Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Ἄρατος 28.1
Not analysed yet
ἐπεὶ δὲ ταύτην ἀπέγνω τὴν ὁδόν, ἐμβαλὼν φανερῶς τῷ στρατοπέδῳ τὴν Ἀργολίδα χώραν ἐπόρθει καὶ περὶ τὸν Χάρητα ποταμὸν ἰσχυρᾶς μάχης γενομένης πρὸς Ἀρίστιππον· αἰτίαν ἔσχεν ὡς ἐγκαταλιπὼν τὸν ἀγῶνα καὶ προέμενος τὸ νίκημα · τῆς γὰρ ἄλλης δυνάμεως ὁμολογουμένως ἐπικρατούσης καὶ τῷ διωγμῷ πολὺ προελθούσης εἰς τοὔμπροσθεν, αὐτὸς οὐχ οὕτως ἐκβιασθεὶς ὑπὸ τῶν καθʼ αὑτόν, ὡς ἀπιστῶν τῷ κατορθώματι καὶ φοβηθείς, ἀνεχώρησε τεταραγμένος εἰς τὸ στρατόπεδον.