Ancient Greek · ~3 min
29.1 to 29.3
Plutarch, Ἄρατος 29.1-3
Not analysed yet
ὀλίγῳ δὲ ὕστερον ἀκούσας τὸν Ἀρίστιππον ἐπιβουλεύειν μὲν ταῖς Κλεωναῖς, φοβεῖσθαι δὲ ἐκεῖνον ἐν Κορίνθῳ καθεζόμενον, ἤθροισεν ἐκ παραγγέλματος στρατείαν. καὶ σιτία κελεύσας πλειόνων ἡμερῶν κομίζειν εἰς Κεγχρεὰς κατῆλθεν, ἐκκαλούμενος διʼ ἀπάτης τὸν Ἀρίστιππον ὡς αὐτοῦ μὴ παρόντος ἐπιθέσθαι τοῖς Κλεωναίοις ὃ καὶ συνέβη, παρῆν γὰρ εὐθὺς ἐξ Ἄργους ἔχων τὴν δύναμιν. ὁ δὲ Ἄρατος εἰς Κόρινθον ἤδη σκοταῖος ἐκ Κεγχρεῶν ὑποστρέψας, καὶ τὰς ὁδοὺς φυλακαῖς διαλαβών, ἦγε τοὺς Ἀχαιοὺς ἑπομένους οὕτω μὲν εὐτάκτως, οὕτω δὲ ταχέως καὶ προθύμως ὥστε μὴ μόνον ὁδεύοντας, ἀλλὰ καὶ παρελθόντας εἰς τὰς Κλεωνὰς ἔτι νυκτὸς οὔσης καὶ συνταξαμένους ἐπὶ μάχην ἀγνοεῖσθαι καὶ λανθάνειν τὸν Ἀρίστιππον. ἅμα δὲ ἡμέρᾳ τῶν πυλῶν ἀνοιχθεισῶν καὶ τῆς σάλπιγγος ἐγκελευσαμένης, δρόμῳ καὶ ἀλαλαγμῷ προσπεσὼν τοῖς πολεμίοις εὐθὺς ἐτρέψατο, καὶ κατεῖχε διώκων ᾗ μάλιστα φεύγειν ὑπενόει τὸν Ἀρίστιππον, ἐκτροπὰς πολλὰς τῶν χωρίων ἐχόντων.