Ancient Greek · ~2 min
33.1 to 33.2
Plutarch, Ἄρατος 33.1-2
Not analysed yet
οὐ μὴν ἀλλὰ πολλῶν ἐθνῶν καὶ δυναστῶν ἐπὶ τοὺς Ἀχαιοὺς συνισταμένων εὐθὺς ὁ Ἄρατος ἔπραττε φιλίαν πρὸς τοὺς Αἰτωλούς, καὶ Πανταλέοντι τῷ πλεῖστον Αἰτωλῶν δυναμένῳ συνεργῷ χρησάμενος οὐ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν τοῖς Ἀχαιοῖς πρὸς τοὺς Αἰτωλοὺς ἐποίησε. τοὺς δὲ Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων ἐπεχείρησε τὸν Πειραιᾶ καταλαβεῖν. αὐτὸς δὲ ἀρνούμενος ἐν τοῖς ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθʼ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν.