Ancient Greek
34.1 to 34.3
Plutarch, Ἄρατος 34.1-3
Not analysed yet
Ἀντιγόνου δὲ ἀποθανόντος καὶ Δημητρίου τὴν βασιλείαν παραλαβόντος ἔτι μᾶλλον ἐνέκειτο ταῖς Ἀθήναις καὶ ὅλως κατεφρόνει τῶν Μακεδόνων. διὸ καὶ κρατηθέντος αὐτοῦ μάχῃ περὶ Φυλακίαν ὑπὸ Βίθυος τοῦ Δημητρίου στρατηγοῦ, καὶ λόγου γενομένου πολλοῦ μὲν, ὡς ἑάλωκε, πολλοῦ δὲ ὡς τέθνηκεν, ὁ μὲν τὸν Πειραιᾶ φρουρῶν Διογένης ἔπεμψεν ἐπιστολὴν εἰς Κόρινθον ἐξίστασθαι τῆς πόλεως κελεύων τοὺς Ἀχαιούς, ἐπειδὴ Ἄρατος ἀπέθανεν ἔτυχε δὲ τῶν γραμμάτων κομισθέντων παρὼν αὐτὸς ἐν Κορίνθῳ, καὶ διατριβὴν οἱ τοῦ Διογένους καὶ γέλωτα πολὺν παρασχόντες ἀπηλλάγησαν, αὐτὸς δὲ ὁ βασιλεὺς ἐκ Μακεδονίας ναῦν ἔπεμψεν, ἐφʼ ἧς κομισθήσεται πρὸς αὐτὸν ὁ Ἄρατος δεδεμένος. πᾶσαν δὲ Ἀθηναῖοι κουφότητα κολακείας τῆς πρὸς Μακεδόνας ὑπερβάλλοντες ἐστεφανηφόρησαν ὅτε πρῶτον ἠγγέλθη τεθνηκώς, διὸ καὶ πρὸς ὀργὴν εὐθὺς ἐκστρατεύσας ἐπʼ αὐτούς ἄχρι τῆς Ἀκαδημείας προῆλθεν εἶτα πεισθεὶς οὐδὲν ἠδίκησεν. οἱ δὲ Ἀθηναῖοι συμφρονήσαντες αὐτοῦ τὴν ἀρετήν, ἐπεὶ Δημητρίου τελευτήσαντος ὥρμησαν ἐπὶ τὴν ἐλευθερίαν, ἐκεῖνον ἐκάλουν.