Ancient Greek · ~3 min
37.2 to 37.3
Plutarch, Ἄρατος 37.2-3
Not analysed yet
πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν ἐπιρρωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος. οἱ δʼ ἄλλοι φεύγοντες εἰς τὴν φάλαγγα καὶ συνταράξαντες τοὺς ὁπλίτας ὅλον τὸ στράτευμα τῆς ἥττης ἐνέπλησαν. αἰτίαν δὲ μεγάλην ὁ Ἄρατος ἔλαβε δόξας προέσθαι τὸν Λυδιάδην· καὶ βιασθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἀπερχομένων πρὸς ὀργήν ἠκολούθησεν αὐτοῖς εἰς Αἴγιον. ἐκεῖ δὲ συνελθόντες ἐψηφίσαντο μὴ διδόναι χρήματα αὐτῷ μηδὲ μισθοφόρους τρέφειν ἀλλʼ αὑτῷ πορίζειν, εἰ δέοιτο πολεμεῖν.