Ancient Greek · ~3 min
44.1 to 44.2
Plutarch, Ἄρατος 44.1-2
Not analysed yet
ἐν δὲ ταῖς Πηγαῖς δόντες καὶ λαβόντες ὅρκους εὐθὺς ἐβάδιζον ἐπὶ τοὺς πολεμίους, καὶ περὶ τὴν πόλιν ἀγῶνες ἦσαν, εὖ πεφραγμένου τοῦ Κλεομένους καὶ τῶν Κορινθίων ἀμυνομένων προθύμως. ἐν τούτῳ δὲ Ἀριστοτέλης ὁ Ἀργεῖος φίλος ὢν Ἀράτου διαπέμπεται κρύφα πρὸς αὐτόν, ὡς ἀποστήσων τὴν πόλιν, εἰ στρατιώτας ἐκεῖνος ἔχων ἔλθοι. τοῦ δὲ Ἀράτου φράσαντος τῷ Ἀντιγόνῳ καὶ μετὰ χιλίων καὶ πεντακοσίων εἰς Ἐπίδαυρον ἐξ Ἰσθμοῦ πλοίοις κομιζομένου κατὰ τάχος, οἱ μὲν Ἀργεῖοι προεξαναστάντες ἐπέθεντο τοῖς τοῦ Κλεομένους καὶ κατέκλεισαν εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Κλεομένης πυθόμενος ταῦτα, καὶ δείσας μὴ κατασχόντες οἱ πολέμιοι τὸ Ἄργος ἀποκόψωσιν αὐτὸν τῆς οἴκαδε σωτηρίας, ἐκλιπὼν Τὸν Ἀκροκόρινθον ἔτι νυκτὸς ἐβοήθει.