Ancient Greek · ~2 min
48.1 to 48.2
Plutarch, Ἄρατος 48.1-2
Not analysed yet
καὶ τότε πρῶτον Ἀπελλοῦ καί Μεγαλέου καί τινων αὐλικῶν ἄλλων διαβαλλόντων τὸν Ἄρατον ἀναπεισθεὶς ὁ βασιλεὺς, καί συναρχαιρεσιάσας τοῖς ἀπὸ τῆς ἐναντίας στάσεως, ἐσπούδασε τοὺς Ἀχαιοὺς ἑλέσθαι στρατηγὸν Ἐπήρατον. ὡς δʼ ἐκείνου μὲν καταφρονουμενου τελέως ὑπὸ τῶν Ἀχαιῶν, τοῦ δὲ Ἀράτου παραμελοῦντος ἐγίνετο τῶν χρησίμων οὐδέν, ἔγνω διαμαρτάνων τοῦ παντὸς ὁ Φίλιππος, καί ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον ὅλος ἦν ἐκεῖνον, καί τῶν πραγμάτων αὐτῷ πρός τε δύναμιν καί πρός εὐδοξίαν ἐπιδιδόντων ἐξήρτητο τοῦ ἀνδρός, ὡς διʼ ἐκεῖνον εὐδοκιμῶν καί αὐξόμενος.