Ancient Greek · ~2 min
Chapter 49
Plutarch, Ἄρατος 49.1
Not analysed yet
ἐπεὶ δὲ τῆς τύχης εὐροούσης ἐπαιρόμενος τοῖς πράγμασι πολλὰς μὲν ἀνέφυε καὶ μεγάλας ἐπιθυμίας, ἡ δʼ ἔμφυτος κακία, τὸν παρὰ φύσιν σχηματισμὸν ἐκβιαζομένη καὶ ἀναδύουσα, κατὰ μικρὸν ἀπεγύμνου καὶ διέφαινεν αὐτοῦ τὸ ἦθος, πρῶτον μὲν ἰδίᾳ τὸν νεώτερον Ἄρατον ἠδίκει περὶ τὴν γυναῖκα καὶ πολὺν χρόνον ἐλάνθανεν ἐφέστιος ὢν καὶ ξενιζόμενος ὑπʼ αὐτῶν· ἔπειτα πρὸς τὰς Ἑλληνικὰς ἐξετραχύνετο πολιτείας καὶ φανερὸς ἦν ἤδη τὸν Ἄρατον ἀποσειόμενος.