Ancient Greek · ~1 min
Chapter 50
Plutarch, Ἄρατος 50.4
Not analysed yet
γελάσας οὖν ὁ Δημήτριος, εἰ μὲν, ἔφη, μάντεως ἔχεις ψυχήν, ἀφήσεις τὸν τόπον εἰ δὲ βασιλέως, ἀμφοτέρων τῶν κεράτων τὸν βοῦν καθέξεις, αἰνιττόμενος τὴν Πελοπόννησον, ὡς, εἰ προσλάβοι τὸν Ἰθωμάταν τῷ Ἀκροκορίνθῳ, παντάπασιν ἐσομένην ὑποχείριον καὶ ταπεινήν.