# Ἄρατος 53.2

Plutarch, Ἄρατος, Chapter 53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-19/53.2

καὶ τοὺς μὲν Ἀχαιοὺς ἔπεισαν ἐφιέναι, νόμου δὲ ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν. ἡ δὲ αὐτοῖς ἀναιρεῖ τὸν χρησμὸν τόνδε· βουλεύῃ, Σικυών, ζωάγριον αἰὲν Ἀράτου, ἀμφʼ ὁσίῃ θαλίῃ τε κατοιχομένοιο ἄνακτος; ὡς τὸ βαρυνόμενον τῷδʼ ἀνέρι καὶ τὸ βαρῦνον γαίης ἔστʼ ἀσέβημα καὶ οὐρανοῦ ἠδὲ θαλάσσης.

---

Plutarch, Ἄρατος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg063.local001/.
