Ancient Greek · ~3 min
9.1 to 9.2
Plutarch, Ἄρατος 9.1-2
Not analysed yet
τότε δὲ πιστεύσαντες ἥκειν ἃ πάλαι προσεδόκων, ὥρμησαν ἀθρόοι πρὸς τὰς θύρας τοῦ τυράννου πῦρ ἐπιφέροντες. ἤρθη δὲ φλὸξ μεγάλη καὶ καταφανὴς μέχρι Κ. ορίνθου τῆς οἰκίας ἀναφθείσης, ὥστε θαυμάσαντας τοὺς ἐν Κορίνθῳ παρὰ μικρὸν ὁρμῆσαι πρὸς τὴν βοήθειαν. ὁ μὲν οὖν Νικοκλῆς ἔλαθε διά τινων ὑπονόμων ὑπεκδὺς καὶ ἀποδρὰς ἐκ τῆς πόλεως, οἱ δὲ στρατιῶται καταπαύσαντες μετὰ τῶν Σικυωνίων τὸ πῦρ διήρπαζον τὴν οἰκίαν. καὶ οὔτε ταῦτα ἐκώλυσεν ὁ Ἄρατος, τά τε λοιπὰ χρήματα τῶν τυράννων εἰς μέσον ἔθηκε τοῖς πολίταις. ἀπέθανε δὲ οὐδεὶς οὐδὲ ἐτρώθη τὸ παράπαν τῶν ἐπελθόντων οὐδὲ τῶν πολεμίων, ἀλλὰ καθαρὰν καὶ ἄθικτον αἵματος ἐμφυλίου τὴν πρᾶξιν ἡ τύχη διεφύλαξε.