Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Ἀριστείδης 2.2
Not analysed yet
καὶ τὰς φύσεις εὐθὺς ὑπὸ τῆς φιλονεικίας ἐκείνης ἀνακαλύπτεσθαι, τὴν μὲν εὐχερῆ καὶ παράβολον καὶ πανοῦργον οὖσαν καὶ μετʼ ὀξύτητος ἐπὶ πάντα ῥᾳδίως φερομένην, τὴν δʼ ἱδρυμένην ἐν ἤθει βεβαίῳ καὶ πρὸς τὸ δίκαιον ἀτενῆ, ψεῦδος δὲ καὶ βωμολοχίαν καὶ ἀπάτην οὐδʼ ἐν παιδιᾶς τινι τρόπῳ προσιεμένην. ἀρίστων δʼ ὁ Κεῖος ἐξ ἐρωτικῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν ἔχθραν αὐτῶν.