Ancient Greek · ~1 min
Chapter 6
Plutarch, Ἀριστείδης 6.4
Not analysed yet
ἀλλά, καίπερ οὕτω διακείμενοι, τῆς μὲν ἀθανασίας, ἣν ἡ φύσις ἡμῶν οὐ δέχεται, καὶ τῆς δυνάμεως, ἧς ἐν τῇ τύχῃ κεῖται τὸ πλεῖστον, ἐπιθυμοῦσι, τὴν δʼ ἀρετήν, ὃ μόνον ἐστὶ τῶν θείων ἀγαθῶν ἐφʼ ἡμῖν, ἐν ὑστέρῳ τίθενται, κακῶς φρονοῦντες, ὡς τὸν ἐν δυνάμει καὶ τύχῃ μεγάλῃ καὶ ἀρχῇ βίον ἡ μὲν δικαιοσύνη ποιεῖ θεῖον, ἡ δʼ ἀδικία θηριώδη.