Ancient Greek · ~2 min
13.1 to 13.2
Plutarch, Ἀρταξέρξης 13.1-2
Not analysed yet
ἐν δὲ τούτῳ προσήλαυνον οἱ τριάκοντα λαμπροὶ καί περιχαρεῖς, ἀναγγέλλοντες αὐτῷ τὴν ἀνέλπιστον εὐτυχίαν. ἤδη δὲ καί πλήθει τῶν συντρεχόντων πάλιν πρὸς αὐτὸν καί συνισταμένων ἐθάρρει, καί κατέβαινεν ἀπὸ τοῦ λόφου φωτὶ πολλῷ περιλαμπόμενος. ὡς δὲ ἐπέστη τῷ νεκρῷ, καὶ κατὰ δή τινα νόμον Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καί ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν κεφαλὴν αὑτῷ κομισθῆναι καί τῆς κόμης δραξάμενος οὔσης βαθείας καί λασίας ἐπεδείκνυε τοῖς ἀμφιδοξοῦσιν ἔτι καί φεύγουσιν. οἱ δὲ ἐθαύμαζον καί προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι καί συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον.