Ancient Greek · ~2 min
16.3 to 16.4
Plutarch, Ἀρταξέρξης 16.3-4
Not analysed yet
εἶτα πρὸς τὸν ἥλιον ἀεὶ στρέφουσιν ἐναντία τὰ ὄμματα, καὶ μυιῶν προσκαθημένων πλῆθος πᾶν ἀποκρύπτεται τὸ πρόσωπον, ἐντὸς δὲ ποιοῦντος ὅσα ποιεῖν ἀναγκαῖόν ἐστιν ἐσθίοντας ἀνθρώπους καὶ πίνοντας, εὐλαὶ καὶ σκώληκες ὑπὸ φθορᾶς καὶ σηπεδόνος ἐκ τοῦ περιττώματος ἀναζέουσιν, ὑφʼ ὧν ἀναλίσκεται τὸ σῶμα διαδυομένων εἰς τὰ ἐντός. ὅταν γὰρ ἤδη φανερὸς ᾖ τεθνηκὼς ὁ ἄνθρωπος, ἀφαιρεθείσης τῆς ἐπάνω σκάφης ὁρῶσι τὴν μὲν σάρκα κατεδηδεσμένην, περὶ δὲ τὰ σπλάγχνα τοιούτων θηρίων ἑσμοὺς ἐσθιόντων καὶ προσπεφυκότων. οὕτως ὁ Μιθριδάτης ἑπτακαίδεκα ἡμέρας φθειρόμενος μόλις ἀπέθανε.