Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Ἀρταξέρξης 18.5
Not analysed yet
ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς ἐπιτραγῳδεῖται τῇ Κλεάρχου μνήμῃ, καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι καὶ ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα· φοινίκων δέ τινων διασπαρέντων ὀλίγῳ χρόνῳ θαυμαστὸν ἄλσος ἀναφῦναι καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον.