Ancient Greek · ~2 min
19.4 to 19.5
Plutarch, Ἀρταξέρξης 19.4-5
Not analysed yet
ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στάτειραν. ἀποθνῄσκουσα δʼ οὖν ἡ γυνὴ μετὰ πόνων μεγάλων καὶ σπαραγμῶν αὐτή τε συνῃσθάνετο τοῦ κακοῦ καὶ βασιλεῖ παρέσχεν ὑποψίαν κατὰ τῆς μητρός, εἰδότι τὸ θηριῶδες αὑτῆς καὶ δυσμείλικτον. ὅθεν εὐθὺς ἐπὶ τὴν ζήτησιν ὁρμήσας τοὺς μὲν ὑπηρέτας καὶ τραπεζοκόμους τῆς μητρὸς συνέλαβε καὶ κατεστρέβλωσε, τὴν δὲ Γίγιν ἡ Παρύσατις πολὺν χρόνον εἶχεν οἴκοι μεθʼ αὑτῆς καὶ βασιλέως ἐξαιτοῦντος οὐκ ἔδωκεν, ἀλλʼ ὕστερον αὑτῆς δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός, αἰσθόμενος καὶ λόχον ὑφεὶς συνήρπασε καὶ κατέγνω θάνατον.