Ancient Greek · ~3 min
24.4 to 24.5
Plutarch, Ἀρταξέρξης 24.4-5
Not analysed yet
τούτοις ἐπείσθησαν ἀμφότεροι, καὶ φθάνειν ἀλλήλους νομίζοντες ὁ μὲν τῷ Τηριβάζῳ συνέπεμψε πρέσβεις, ὁ δὲ τῷ παιδὶ τοῦ Τηριβάζου. διατριβῆς δὲ γενομένης ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Τηριβάζου τῷ Ἀρτοξέρξῃ προσέπιπτον αὐτὸς δὲ δυσθύμως εἶχε καὶ μετενόει πιστεύσας τῷ Τηριβάζῳ, καὶ τοῖς φθονοῦσιν ἐγκαλεῖν παρεῖχεν. ἐπεὶ δὲ ἧκεν ὁ Τηρίβαζος, ἧκε δὲ καὶ ὁ υἱὸς αὐτοῦ τοὺς Καδουσίους ἄγοντες, ἐγένοντο δὲ σπονδαὶ πρὸς ἀμφοτέρους καὶ εἰρήνη, μέγας ὢν ὁ Τηρίβαζος ἤδη καὶ λαμπρὸς ἀνεζεύγνυε μετὰ τοῦ βασιλέως, ἐπιδεικνυμένου πᾶσαν τήν δειλίαν καὶ τήν μαλακίαν οὐ τρυφῆς καὶ πολυτελείας, ὥσπερ οἱ πολλοὶ νομίζουσιν, ἔκγονον οὖσαν, ἀλλὰ μοχθηρᾶς φύσεως καὶ ἀγεννοῦς καὶ δόξαις πονηραῖς ἑπομένης.