Ancient Greek · ~2 min
25.1 to 25.2
Plutarch, Ἀρταξέρξης 25.1-2
Not analysed yet
ἐπεὶ δὲ εἰς σταθμὸν κατέβη βασιλικόν παραδείσους ἔχοντα θαυμαστοὺς καὶ κεκοσμημένους διαπρεπῶς ἐν τῷ πέριξ ἀδένδρῳ καὶ ψιλῷ χωρίῳ, κρύους ὄντος, ἐπέτρεψε τοῖς στρατιώταις ἐκ τοῦ παραδείσου ξυλίζεσθαι τὰ δένδρα κόπτοντας, μήτε πεύκης μήτε κυπαρίττου φειδομένους. ὀκνούντων δὲ καὶ φειδομένων διὰ τὰ κάλλη καὶ τὰ μεγέθη, λαβὼν πέλεκυν αὐτὸς ὅπερ ἦν μέγιστον καὶ κάλλιστον τῶν φυτῶν ἔκοψεν. ἐκ δὲ τούτου ξυλιζόμενοι καὶ πολλὰ πυρὰ ποιοῦντες εὐμαρῶς ἐνυκτέρευσαν. οὐ μὴν ἀλλὰ πολλοὺς καὶ ἀγαθοὺς ἀποβαλὼν ἄνδρας, ἵππους δὲ ὁμοῦ τι πάντας ἐπανῆλθε.