Ancient Greek · ~3 min
6.5 to 6.6
Plutarch, Ἀρταξέρξης 6.5-6
Not analysed yet
μάλιστα δὲ ἠνία τὴν Παρύσατιν ἡ Στάτειρα τῷ πολέμῳ περιπαθοῦσα καὶ βοῶσα, ποῦ νῦν αἱ πίστεις ἐκεῖναι; ποῦ δὲ αἱ δεήσεις, αἷς ἐξελομένη τὸν ἐπιβουλεύσαντα τῷ ἀδελφῷ πολέμου καὶ κακῶν ἐμπέπληκας ἡμᾶς ; ἐκ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις, καὶ φύσει βαρύθυμος οὖσα καὶ βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις, ἐπεβούλευεν αὐτὴν ἀνελεῖν. ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δὲ ὕστερον, ὃν οὔτε ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔτε ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον, ὡς ἐπράχθη διηγούμενος, οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας, τοῦτο μὲν ἣν ἐκεῖνος ἀπέδωκε χώραν ἕξει.