Ancient Greek · ~1 min
Chapter 7
Plutarch, Ἀρταξέρξης 7.2
Not analysed yet
Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε διαγωνίσασθαι τὴν ταχίστην.