Ancient Greek · ~4 min
8.1 to 8.3
Plutarch, Ἀρταξέρξης 8.1-3
Not analysed yet
τὴν δὲ μάχην ἐκείνην πολλῶν μὲν ἀπηγγελκότων, Ξενοφῶντος δὲ μονονουχὶ δεικνύοντος ὄψει, καὶ τοῖς πράγμασιν, ὡς οὐ γεγενημένοις, ἀλλὰ γινομένοις, ἐφιστάντος ἀεὶ τὸν ἀκροατὴν ἐμπαθῆ καὶ συγκινδυνεύοντα διὰ Τὴν ἐνάργειαν, οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι, πλὴν ὅσα τῶν ἀξίων λόγου παρῆλθεν εἰπεῖν ἐκεῖνον. ὁ μὲν οὖν τόπος, ἐν ᾧ παρετάξαντο, Κούναξα καλεῖται καὶ Βαβυλῶνος ἀπέχει σταδίους πεντακοσίους. Κῦρον δὲ πρὸ τῆς μάχης Κλεάρχου παρακαλοῦντος ἐξόπισθεν τῶν μαχομένων εἶναι καὶ μὴ κινδυνεύειν αὐτόν εἰπεῖν φασι, τί λέγεις, ὦ Κλέαρχε; σὺ κελεύεις με τὸν βασιλείας ὀρεγόμενον ἀνάξιον εἶναι βασιλείας ; ἁμαρτόντος δὲ Κύρου μέγα τῷ δῦναι προπετῶς εἰς μέσα τὰ δεινὰ καὶ μὴ φυλάξασθαι τὸν κίνδυνον, οὐχ ἧττον ἥμαρτεν, εἰ μὴ καὶ μᾶλλον, Κλέαρχος ἀντιτάξαι κατὰ τὸν βασιλέα μὴ θελήσας τοὺς Ἕλληνας, ἀλλὰ προσμίξας τῷ ποταμῷ τὸ δεξιόν, ὡς μὴ κυκλωθείη. τὴν γὰρ ἀσφάλειαν ἐξ ἅπαντος διώκοντα καὶ πλεῖστον λόγον ἔχοντα τοῦ μηδὲν παθεῖν οἴκοι μένειν ἦν κράτιστον.