Ancient Greek · ~2 min
13.10 to 13.11
Plutarch, Βροῦτος 13.10-11
Not analysed yet
ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα πρόσεστιν οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δʼ ἐμαυτὴν ἔγνωκα καί πρὸς πόνον ἀήττητον εἶναι. ταῦτʼ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καί διηγεῖται τὴν πεῖραν. ὁ δʼ ἐκπλαγεὶς καί ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι. καί τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.