Ancient Greek
18.13 to 18.14
Plutarch, Βροῦτος 18.13-14
Not analysed yet
προελθόντος δʼ αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δʼ οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν. ἔνθα δὴ δεδιὼς πολιορκίαν ὁ Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.