Ancient Greek · ~1 min
20.10 to 20.11
Plutarch, Βροῦτος 20.10-11
Not analysed yet
ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν διὰ νυκτός· ὅμως δʼ ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον. ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι, ἀλλʼ ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.