Ancient Greek · ~2 min
29.9 to 29.11
Plutarch, Βροῦτος 29.9-11
Not analysed yet
γράφει δὲ πρὸς Ἀττικόν ἤδη τῷ κινδύνῳ πλησιάζων ἐν τῷ καλλίστῳ τῆς τύχης εἶναι τὰ καθʼ αὑτόν ἢ γὰρ νικήσας ἐλευθερώσειν τὸν Ῥωμαίων δῆμον ἢ δουλείας ἀποθανὼν ἀπαλλαγήσεσθαι· καὶ τῶν ἄλλων ἀσφαλῶς αὐτοῖς καὶ βεβαίως ἐχόντων ἓν ἄδηλον εἶναι, πότερον βιώσονται μετʼ ἐλευθερίας ἢ τεθνήξονται. Μᾶρκον δʼ Ἀντώνιον ἀξίαν φησὶ τῆς ἀνοίας διδόναι δίκην, ὃς ἐν Βρούτοις καὶ Κασσίοις καὶ Κάτωσι συναριθμεῖσθαι δυνάμενος προσθήκην ἑαυτὸν Ὀκταβίῳ δέδωκε· κἂν μὴ νῦν ἡττηθῇ μετʼ ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.