Ancient Greek · ~1 min
40.11 to 40.12
Plutarch, Βροῦτος 40.11-12
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι. καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.