Ancient Greek · ~2 min
Chapter 51
Plutarch, Βροῦτος 51.1
Not analysed yet
Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλʼ ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε· Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν· τοῦ δʼ ἑτέρου φησὶν ἐπιλαθέσθαι.