Ancient Greek · ~2 min
1.3 to 1.4
Plutarch, Καῖσαρ 1.3-4
Not analysed yet
ταύτης τῆς φωνῆς ἀνενεχθείσης πρὸς Καίσαρα συχνὸν μέν τινα χρόνον πλανώμενος ἐν Σαβίνοις ἔκλεπτεν ἑαυτόν ἔπειτα διʼ ἀρρωστίαν εἰς οἰκίαν ἑτέραν μετακομιζόμενος κατὰ νύκτα περιπίπτει στρατιώταις τοῦ Σύλλα διερευνωμένοις ἐκεῖνα τὰ χωρία καὶ τοὺς κεκρυμμένους συλλαμβάνουσιν. ὧν τὸν ἡγεμόνα Κορνήλιον πείσας δυσὶ ταλάντοις ἀφείθη, καὶ καταβὰς εὐθὺς ἐπὶ θάλατταν ἐξέπλευσεν εἰς Βιθυνίαν πρὸς Νικομήδην τὸν βασιλέα. παρʼ ᾧ διατρίψας χρόνον οὐ πολύν, εἶτα ἀποπλέων ἁλίσκεται περὶ Τὴν Φαρμακοῦσσαν νῆσον ὑπὸ πειρατῶν ἤδη τότε στόλοις μεγάλοις καὶ σκάφεσιν ἀπλέτοις κατεχόντων Τὴν θάλατταν.