Ancient Greek
Chapter 15
Plutarch, Καῖσαρ 15.2
Not analysed yet
ἀλλʼ εἴτε Φαβίους καὶ Σκηπίωνας καὶ Μετέλλονς καὶ τοὺς κατʼ αὐτὸν ἢ μικρὸν ἔμπροσθεν αὐτοῦ, Σύλλαν καὶ Μάριον ἀμφοτέρους τ̣ε Λευκούλλους ἢ καὶ Πομπήϊον αὐτόν, οὗ κλέος ὑπουράνιον ἤνθει τότε παντοίας περὶ πόλεμον ἀρετῆς, παραβάλοι τις, αἱ Καίσαρος ὑπερβάλλουσι πράξεις τὸν μὲν χαλεπότητι τόπων ἐν οἷς ἐπολέμησε, τὸν δὲ μεγέθει χώρας ἣν προσεκτήσατο, τὸν δὲ πλήθει καὶ βίᾳ πολεμίων οὓς ἐνίκησε,