Ancient Greek · ~2 min
Chapter 25
Plutarch, Καῖσαρ 25.3
Not analysed yet
τότε δὲ καὶ χειμῶνος ὥρᾳ πάγοι ποταμῶν καὶ νιφετοῖς ἀποκεκρυμμένοι δρυμοί καὶ πεδία χειμάρροις ἐπιλελιμνασμένα, καὶ πῇ μὲν ἀτέκμαρτοι βάθει χιόνος ἀτραποί, πῇ δὲ διʼ ἑλῶν καὶ ῥευμάτων παρατρεπομένων ἀσάφεια πολλὴ τῆς πορείας παντάπασιν ἐδόκουν ἀνεπιχείρητα Καίσαρι τὰ τῶν ἀφισταμένων ποιεῖν. ἀφειστήκει μὲν οὖν πολλὰ φῦλα, πρόσχημα δὲ ἦσαν Ἀρβέρνοι καὶ Καρνουτῖνοι, τὸ δὲ σύμπαν αἱρεθεὶς κράτος εἶχε τοῦ πολέμου Οὐεργεντόριξ, οὗ τὸν πατέρα Γαλάται τυραννίδα δοκοῦντα πράττειν ἀπέκτειναν.