Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Καῖσαρ 35.1
Not analysed yet
ὁ δὲ Καῖσαρ τήν τε Τοῦ Δομετίου στρατιὰν παρέλαβε καί τοὺς ἄλλους, ὅσους ἐν ταῖς πόλεσι Πομπηΐῳ στρατολογουμένους ἔφθασε καταλαβών. πολὺς δὲ γεγονὼς ἤδη καί φοβερός ἐπʼ αὐτὸν ἤλαυνε Πομπήϊον. ὁ δὲ οὐκ ἐδέξατο τήν ἔφοδον, ἀλλʼ εἰς Βρεντέσιον φυγών τοὺς μὲν ὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς Δυρράχιον, αὐτὸς δὲ ὀλίγον ὕστερον ἐπελθόντος Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθʼ ἕκαστον δηλωθήσεται.