Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Καῖσαρ 35.3
Not analysed yet
τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι· σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος ὅταν δὲ κατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις, καὶ ταῦτα ἔφη, λέγω τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲ στασιασάντων.