Ancient Greek · ~4 min
39.1 to 39.3
Plutarch, Καῖσαρ 39.1-3
Not analysed yet
ἐκ τούτου κατέπλευσε μὲν Ἀντώνιος ἀπὸ Βρεντεσίου τὰς δυνάμεις ἄγων θαρρήσας δὲ Καῖσαρ προὐκαλεῖτο Πομπήϊον ἱδρυμένον ἐν καλῷ καί χορηγούμενον ἔκ τε γῆς καί θαλάττης ἀποχρώντως, αὐτὸς ἐν οὐκ ἀφθόνοις διάγων κατʼ ἀρχάς, ὕστερον δὲ καί σφόδρα πιεσθεὶς ἀπορίᾳ τῶν ἀναγκαίων, ἀλλὰ ῥίζαν τινὰ κόπτοντες οἱ στρατιῶται καί γάλακτι φυρῶντες προσεφέροντο. καί ποτε καί διαπλάσαντες ἐξ αὐτῆς ἄρτους καί ταῖς προφυλακαῖς τῶν πολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω καί διερρίπτουν, ἐπιλέγοντες ὡς, ἄχρι ἂν ἡ γῆ τοιαύτας ἐκφέρῃ ῥίζας, οὐ παύσονται πολιορκοῦντες Πομπήϊον. ὁ μέντοι Πομπήϊος οὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τούτους ἐκφέρεσθαι πρὸς τὸ πλῆθος. ἠθύμουν γὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα καί τὴν ἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίων ὀρρωδοῦντες. ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πομπηΐου μάχαι σποράδες ἐγίγνοντο καί περιῆν πάσαις ὁ Καῖσαρ πλὴν μιᾶς, ἐν ᾗ τροπῆς μεγάλης γενομένης ἐκινδύνευσεν ἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρ προσβάλλοντος οὐδεὶς ἔμεινεν, ἀλλὰ καί τάφροι κατεπίμπλαντο κτεινομένων, καί περὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην.