# Καῖσαρ 41.2

Plutarch, Καῖσαρ, Chapter 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-24/41.2

Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν ὑποποιούμενος, μανικῶς ἐσχετλίαζεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολαῦσαι σύκων Διὰ τὴν Πομπηΐου φιλαρχίαν. Ἀφράνιος δὲ ʽ νεωστὶ γὰρ ἐξ Ἰβηρίας ἀφῖκτο κακῶς στρατηγήσασʼ διαβαλλόμενος ἐπὶ χρήμασι προδοῦναι τὸν στρατόν, ἠρώτα Διὰ τί πρὸς τὸν ἔμπορον οὐ μάχονται τὸν ἐωνημένον παρʼ αὐτοῦ τὰς ἐπαρχίας, ἐκ τούτων ἁπάντων συνελαυνόμενος ἄκων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τὸν Καίσαρα διώκων.

---

Plutarch, Καῖσαρ, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg048.local001/.
