Ancient Greek · ~2 min
Chapter 44
Plutarch, Καῖσαρ 44.6
Not analysed yet
ὁ δὲ Κρασσίνιος ἐκτείνας τὴν δεξιὰν καὶ μέγα βοήσας, νικήσομεν, ἔφη, λαμπρῶς, ὦ Καῖσαρ ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ τεθνηκότα ἐπαινέσεις. ταῦτα εἰπὼν πρῶτος ἐμβάλλει τοῖς πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτὸν ἑκατὸν καὶ εἴκοσι στρατιώτας, διακόψας δὲ τοὺς πρώτους καὶ πρόσω χωρῶν φόνῳ πολλῷ καὶ βιαζόμενος ἀνακόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶ τὴν αἰχμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.