Ancient Greek · ~2 min
Chapter 46
Plutarch, Καῖσαρ 46.2
Not analysed yet
ταῦτά φησι Πολλίων Ἀσίννιος τὰ ῥήματα Ῥωμαϊστὶ μὲν ἀναφθέγξασθαι τὸν Καίσαρα παρὰ τὸν τότε καιρόν, Ἑλληνιστὶ δʼ ὑπʼ αὑτοῦ γεγράφθαι τῶν δὲ ἀποθανόντων τούς πλείστους οἰκέτας γενέσθαι περὶ τὴν κατάληψιν τοῦ χάρακος ἀναιρεθέντας, στρατιώτας δὲ μὴ πλείους ἑξακισχιλίων πεσεῖν, τῶν δὲ ζώντων ἁλόντων κατέμιξε τούς πλείστους ὁ Καῖσαρ εἰς τὰ τάγματα· πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωκεν, ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστερον, ἐφʼ ᾧ λέγεται μὴ φαινομένῳ μὲν ἀγωνιᾶσαι, σωθέντος δὲ καὶ παραγεονμένου πρὸς αὐτὸν ἡσθῆναι διαφερόντως.