Ancient Greek · ~2 min
Chapter 49
Plutarch, Καῖσαρ 49.2
Not analysed yet
καὶ τούτῳ τε πρώτῳ λέγεται τῷ τεχνήματι τῆς Κλεοπάτρας ἁλῶναι, λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος ἥττων γενόμενος διαλλάξαι πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. ἔπειτα δʼ ἐν ταῖς διαλλαγαῖς ἑστιωμένων ἁπάντων οἰκέτης Καίσαρος κουρεύς, διὰ δειλίαν, ᾗ πάντας ἀνθρώπους ὑπερέβαλεν, οὐδὲν ἐῶν ἀνεξέταστον, ἀλλʼ ὠτακουστῶν καὶ πολυπραγμονῶν, συνῆκεν ἐπιβουλὴν Καίσαρι πραττομένην ὑπʼ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου.