Ancient Greek · ~2 min
Chapter 56
Plutarch, Καῖσαρ 56.4
Not analysed yet
τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε τὸν πόλεμον ὁ δὲ ἀπʼ αὐτοῦ καταχθεὶς θρίαμβος ὡς οὐδὲν ἄλλο Ῥωμαίους ἠνίασεν. οὐ γὰρ ἀλλοφύλους ἡγεμόνας οὐδὲ βαρβάρους βασιλεῖς κατηγωνισμένον, ἀνδρὸς δὲ Ῥωμαίων κρατίστου τύχαις κεχρημένου παῖδας καὶ γένος ἄρδην ἀνῃρηκότα ταῖς τῆς πατρίδος ἐπιπομπεύειν συμφοραῖς οὐ καλῶς εἶχεν, ἀγαλλόμενον ἐπὶ τούτοις ὧν μία καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους ἀπολογία τὸ μετʼ ἀνάγκης πεπρᾶχθαι, καὶ ταῦτα πρότερον μήτε ἄγγελον μήτε γράμματα δημοσίᾳ πέμψαντα περὶ νίκης ἀπὸ τῶν ἐμφυλίων πολέμων, ἀλλʼ ἀπωσάμενον αἰσχύνῃ τὴν δόξαν.