# Καῖσαρ 68.1

Plutarch, Καῖσαρ, Chapter 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-24/68.1

ἐπεὶ δὲ τῶν διαθηκῶν τῶν Καίσαρος ἀνοιχθεισῶν εὑρέθη δεδομένη Ῥωμαίων ἑκάστῳ δόσις ἀξιόλογος, καί τὸ σῶμα κομιζόμενον διʼ ἀγορᾶς ἐθεάσαντο ταῖς πληγαῖς διαλελωβημένον, οὐκέτι κόσμον εἶχεν οὐδὲ τάξιν αὐτῶν τὸ πλῆθος, ἀλλὰ τῷ μὲν νεκρῷ περισωρεύσαντες ἐξ ἀγορᾶς βάθρα καί κιγκλίδας καί τραπέζας ὑφῆψαν αὐτοῦ καὶ κατέκαυσαν, ἀράμενοι δὲ δαλοὺς διαπύρους ἔθεον ἐπὶ τὰς οἰκίας τῶν ἀνῃρηκότων ὡς καταφλέξοντες, ἄλλοι δὲ ἐφοίτων πανταχόσε τῆς πόλεως συλλαβεῖν καί διασπάσασθαι τοὺς ἄνδρας ζητοῦντες.

---

Plutarch, Καῖσαρ, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg048.local001/.
