Ancient Greek · ~2 min
68.3 to 68.4
Plutarch, Καῖσαρ 68.3-4
Not analysed yet
καί τις ὀφθέντος αὐτοῦ τῶν πολλῶν ἔφρασεν ἑτέρῳ τοὔνομα πυνθανομένῳ, κἀκεῖνος ἄλλῳ, καί διὰ πάντων εὐθὺς ἦν ὡς οὗτός ἐστιν ὁ ἀνὴρ τῶν ἀνῃρηκότων Καίσαρα καί γὰρ ἦν τις ὁμώνυμος ἐκείνῳ Κίννας ἐν τοῖς συνομοσαμένοις, ὃν τοῦτον εἶναι προλαβόντες ὥρμησαν εὐθὺς καί διέσπασαν ἐν μέσῳ τὸν ἄνθρωπον. τοῦτο μάλιστα δείσαντες οἱ περὶ Βροῦτον καί Κάσσιον οὐ πολλῶν ἡμερῶν διαγενομένων ἀπεχώρησαν ἐκ τῆς πόλεως, ἃ δὲ καί πράξαντες καί παθόντες ἐτελεύτησαν, ἐν τοῖς περὶ Βροῦτον γέγραπται.