# Καῖσαρ 69.7-8

Plutarch, Καῖσαρ, 69.7 to 69.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-24/69.7

ἀποκρίνεται δʼ αὐτῷ τὸ φάσμα ὁ σὸς, ὦ Βροῦτε, δαίμων κακός ὄψει δέ με περὶ Φιλίππους. τότε μὲν οὖν ὁ Βροῦτος εὐθαρσῶς, ὂψομαι, εἶπε καὶ τὸ δαιμόνιον εὐθὺς ἐκποδὼν ἀπῄει. τῷ δʼ ἱκνουμένῳ χρόνῳ περὶ τοὺς Φιλίππους ἀντιταχθεὶς Ἀντωνίῳ καὶ Καίσαρι τῇ μὲν πρώτῃ μάχῃ κρατήσας τὸ καθʼ ἑαυτὸν ἐτρέψατο καὶ διεξήλασε πορθῶν τὸ Καίσαρος στρατόπεδον, τὴν δὲ δευτέραν αὐτῷ μάχεσθαι μέλλοντι φοιτᾷ τὸ αὐτὸ φάσμα τῆς νυκτὸς αὖθις, οὐχ ὥστε τι προσειπεῖν, ἀλλὰ συνεὶς ὁ Βροῦτος τὸ πεπρωμένον ἔρριψε φέρων ἑαυτὸν εἰς τὸν κίνδυνον. οὐ μὴν ἔπεσεν ἀγωνιζόμενος, ἀλλὰ τῆς τροπῆς γενομένης ἀναφυγὼν πρός τι κρημνῶδες καὶ τῷ ξίφει γυμνῷ προσβαλὼν τὸ στέρνον, ἅμα καὶ φίλου τινὸς, ὥς φασι, συνεπιρρώσαντος τὴν πληγήν, ἀπέθανεν.

---

Plutarch, Καῖσαρ, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg048.local001/.
