Ancient Greek · ~4 min
18.4 to 18.6
Plutarch, Κάμιλλος 18.4-6
Not analysed yet
τοιαύτῃ δὲ χρωμένων ὁρμῇ τῶν βαρβάρων ἐξῆγον οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ἐπὶ τὸν ἀγῶνα, πλήθει μὲν οὐκ ἐνδεεῖς ἐγένοντο γὰρ ὁπλῖται τετρακισμυρίων οὐκ ἐλάσσους, ἀνασκήτους δὲ τοὺς πολλοὺς καὶ τότε πρῶτον ἁπτομένους ὅπλων. ἔτι δʼ ἐξημέλητο τὰ τῶν θεῶν αὐτοῖς οὔτε καλλιερήσασιν οὔτε μάντεις ἃ πρὸ κινδύνου καὶ μάχης εἰκὸς ἦν ἐρομένοις. οὐδενὸς δὲ ἧττον ἐπετάραττεν ἡ πολυαρχία τὰ πραττόμενα. καίτοι πρότερόν γε καὶ πρὸς ἐλάττονας ἀγῶνας εἵλοντο πολλάκις μονάρχους, οὓς δικτάτορας καλοῦσιν, οὐκ ἀγνοοῦντες, ὅσον ἐστὶν εἰς ἐπισφαλῆ καιρὸν ὄφελος μιᾷ χρωμένους γνώμῃ πρὸς ἀνυπεύθυνον ἀρχὴν ἐν χερσὶ τήν δίκην ἔχουσαν εὐτακτεῖν. οὐχ ἥκιστα δὲ καὶ Κάμιλλος ἀγνωμονηθεὶς ἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου. προελθόντες οὖν ἀπὸ τῆς πόλεως σταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν ποταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατοπέδου τῷ Θύμβριδι συμφερόμενον. ἐνταῦθα δὲ τῶν βαρβάρων ἐπιφανέντων αἰσχρῶς ἀγωνισάμενοι διʼ ἀταξίαν ἐτράποντο.