Ancient Greek · ~4 min
20.1 to 20.3
Plutarch, Κάμιλλος 20.1-3
Not analysed yet
μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲν εὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύγουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρδην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαι τοὺς ἐν αὐτῇ καταλειφθέντας· τοσοῦτον οἱ φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδεχομένοις, καὶ τοσαύτης πάλιν ἐνεπίμπλαντο ταραχῆς καὶ παραφροσύνης. νυνὶ δʼ ἀπιστίᾳ τοῦ μεγέθους οἱ βάρβαροι τῆς νίκης καὶ πρὸς εὐπάθειαν ἐκ τοῦ περιχαροῦς ἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷ στρατοπέδῳ χρημάτων τραπόμενοι, τῷ μὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳ ῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δʼ ἔτι καὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι τὴν γὰρ ἄλλην πόλιν προέμενοι τὸ Καπιτώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμασιν. ἐν πρώτοις δὲ τῶν ἱερῶν ἃ μὲν εἰς τὸ Καπιτώλιον ἀνεσκευάσαντο, τὸ δὲ πῦρ τῆς Ἑστίας αἱ παρθένοι μετὰ τῶν ἱερῶν ἔφευγον ἁρπασάμεναι. καίτοι τινὲς οὐδὲν εἶναι τὸ φρουρούμενον ὑπʼ αὐτῶν ἕτερον ἢ πῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασιλέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντων σέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσει τοῦτο·