Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Κάμιλλος 23.4
Not analysed yet
καλὸν μὲν οὖν εἶναι καὶ διὰ κινδύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶ βαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρας, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον οὐ μὴν ἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοις αὐτοῖς ἀκίνδυνον ἐν καιρῷ τὴν νίκην παρέξειν. τούτους τοὺς λόγους τῶν νέων δεξαμένων ἐπὶ τοὺς ἄρχοντας ᾔει καὶ τοὺς προβούλους τῶν Ἀρδεατῶν ὁ Κάμιλλος. ὡς δὲ κἀκείνους συνέπεισεν, ὥπλισε τοὺς ἐν ἡλικίᾳ πάντας καὶ συνεῖχε τοῦ τείχους ἐντός, ἀγνοεῖσθαι βουλόμενος ὑπὸ τῶν πολεμίων ἐγγὺς ὄντων.