Ancient Greek · ~3 min
24.1 to 24.2
Plutarch, Κάμιλλος 24.1-2
Not analysed yet
ἡ δὲ φήμη ταχὺ διαγγέλλουσα τὴν πρᾶξιν ἐπὶ τὰς πόλεις ἐξεκαλεῖτο πολλοὺς τῶν ἐν ἡλικίᾳ συνισταμένους, μάλιστα δὲ Ῥωμαίων ὅσοι διαφυγόντες ἐκ τῆς ἐπʼ Ἀλίᾳ μάχης ἐν Οὐηΐοις ἦσαν καὶ ὠδύροντο κατὰ σφᾶς αὐτούς, οἷον ἡγεμόνα τῆς Ῥώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡ δὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδρα πόλις οἴχεται καὶ ἀπόλωλεν. ἡμεῖς δʼ ἀπορίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβαλόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν. φέρε, πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸν ἑαυτῶν στρατηγόν, ἢ λαβόντες αὐτοὶ τὰ ὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν οὐκέτι γάρ ἐστι φυγὰς οὐδʼ ἡμεῖς πολῖται πατρίδος οὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πολεμίων. ταῦτʼ ἔδοξε καὶ πέμψαντες ἐδέοντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν.