Ancient Greek · ~2 min
25.3 to 25.4
Plutarch, Κάμιλλος 25.3-4
Not analysed yet
ἀσπασάμενος δὲ τοὺς ἄνδρας καὶ φράσας ἑαυτὸν ἐξ ὀνόματος, ἀναληφθεὶς ἐχώρει πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων. ταχὺ δὲ συγκλήτου γενομένης παρελθὼν τήν τε νίκην ἀπήγγειλε τοῦ Καμίλλου πρότερον οὐ πυθομένοις, καὶ τὰ δοκοῦντα τοῖς στρατιώταις διηγεῖτο· καὶ παρεκάλει τῷ Καμίλλῳ βεβαιῶσαι τὴν ἀρχήν, ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶν ἔξω πολιτῶν. οἱ δʼ ἀκούσαντες καὶ βουλευσάμενοι τόν τε Κάμιλλον ἀποδεικνύουσι δικτάτορα, καὶ τόν Πόντιον αὖθις ἀποπέμπουσι τήν αὐτὴν ὁδὸν ὁμοίως ἀγαθῇ τύχῃ χρησάμενον. ἔλαθε γὰρ τοὺς πολεμίους καὶ τὰ παρὰ τῆς βουλῆς ἀπήγγειλε τοῖς ἔξω Ῥωμαίοις.