Ancient Greek · ~2 min
Chapter 27
Plutarch, Κάμιλλος 27.5
Not analysed yet
ἐπιστὰς δὲ τῷ τείχει μετὰ τῶν συνδραμόντων καὶ γενομένων περὶ αὐτὸν ἀπέστρεψε τοὺς ἄλλους, οὔτε πολλοὺς ἄνω γενομένους οὔτε πράξαντάς τι τῆς τόλμης ἄξιον, οὕτω δὲ τὸν κίνδυνον ἐκφυγόντες ἅμʼ ἡμέρᾳ τὸν μὲν ἄρχοντα τῶν φυλάκων ἔρριψαν εἰς τοὺς πολεμίους κατὰ τῆς πέτρας, τῷ δὲ Μαλλίῳ τῆς νίκης ἀριστεῖα πρὸς τιμὴν μεγάλην μᾶλλον ἢ χρείαν ψηφισάμενοι συνήνεγκαν ὅσον ἡμέρας ἕκαστος ἐλάμβανεν εἰς τροφήν, σίτου μὲν ἡμίλιτρον ἐπιχωρίου οὕτω γὰρ καλοῦσιν αὐτό, οἴνου δὲ κοτύλης Ἑλληνικῆς τέταρτον.