Ancient Greek
Chapter 30
Plutarch, Κάμιλλος 30.2
Not analysed yet
οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶν εἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τε πολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦ δεήσαντες ἀπολέσθαι διὰ λιμόν, ἀπήντων περιβάλλοντες ἀλλήλους καὶ δακρύοντες ὑπὸ τῆς παρούσης ἡδονῆς, ἱερεῖς τε καὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθι τῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖς ἐξέκλεψαν, ἀνασωζόμενα κομίζοντες ἐπεδείκνυντο ποθουμένας ὄψεις τοῖς πολίταις δεχομένοις μετὰ χαρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴν Ῥώμην συγκατερχομένων·