Ancient Greek · ~2 min
Chapter 32
Plutarch, Κάμιλλος 32.2
Not analysed yet
γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίου μέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθεν ἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερινῆς παρεπορεύετο, καὶ τὸν φέροντα πρῶτον τὸ σημεῖον μεγάλῃ φωνῇ προσαγορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸ σημεῖον τίθεσθαι· κάλλιστα γὰρ ἐνταῦθα καθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ, καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης, ὅ τε Λουκρήτιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην καὶ τῶν ἄλλων ἕκαστος ἐπηκολούθησε.